Ancient Greek
Book 2, ΠΕΡΙ ΑΝΕΚΦΩΝΗΤΟΥ., Section 6
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.6.1
Not analysed yet
6. E. M. 201, 45: βοᾷ: ἔχει τὸ ι προϲγεγραμμένον. τὸ δὲ βοᾶν καὶ γελᾶν ἀπαρέμφατον οὐκ ἔχει τὸ ι προϲγεγραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ γέγονε τοῦ ἐβόα καὶ ἐγέλα καὶ ὁ παρατατικὸϲ οὐκ ἔχει τὸ ι προϲγεγραμμένον ἢ ὅτι τὰ εἰϲ ν λήγοντο ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον.