Ancient Greek
Book 2, ΠΕΡΙ ΑΝΕΚΦΩΝΗΤΟΥ., Section 7
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.7.1
Not analysed yet
7. E. M. 410, 47: τινὲϲ λέγουϲι τὸ ζῇϲ ζῇ μὴ ἔχειν τὸ ι προϲτεγραμμένον καταϲκευάζοντεϲ ἀπὸ τοῦ εἰϲ μι τοῦ ζῆμι. οἵτινεϲ οὐϲ ἀκριβῶϲ λέγουϲιν· εἰ γὰρ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι ἡ μετοχὴ ζάϲ ὥϲπερ ϲτάϲ καὶ τὸ θηλυκὸν ζᾶϲα ὥϲπερ ϲτᾶϲα. νῦν δὲ ζῶν ἐϲτιν ἡ μετοχὴ καὶ τὸ θηλυκὸν ζῶϲα· καὶ εἰ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥϲπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐϲτιν ὥϲπερ βοῶμεν. ἄρα οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι.