Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.77
Not analysed yet
Τὰ διὰ τοῦ ιοϲ ἐπὶ ἀλόγων ζῴων, μὴ ὄντων τετραπόδων διὰ τοῦ ι γράφεται οῖον ἐρῳδιόϲ, βομβυλιόϲ, χαραδριόϲ, αἰγυπιόϲ,κωβίοϲ, ϲκορπίοϲ. πρόϲκειται «μὴ ὄντα ἐπὶ τετραπόδων» διὰ τὸ ἀρνειόϲ, ϲημαίνει. δὲ τὸν ἄρνα. γέγονε δὲ οὕτωϲ· ἀρήν ἀρῆνοϲ καὶ κατὰ ϲυγκοπὴν ἀρνόϲ καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰϲ εὐθεῖαν οἷον ἀρνόϲ κατὰ πλεοναϲμὸν τῆϲ ει γίνεται ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ, ἀδελφόϲ ἀδελφειόϲ.