Ancient Greek
2.78 to 2.81
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.78-81
Not analysed yet
Τὰ διὰ τοῦ φιοϲ κύρια διὰ τοῦ ι γράφεται, Ἄμφιοϲ, Ϲκυφίοϲ,P Ϲόφιοϲ, Ϲτρόφιοϲ, Χρυϲάφιοϲ χωρὶϲ τοῦ Ἀλφειόϲ. Τὸ διὰ τοῦ ιϲιοϲ διὰ τοῦ ι γράφεται, Χαρίϲιοϲ, Ἀφροδίϲιοϲ, Ἀρτεμίϲιοϲ πλὴν τοῦ Ἀρκείϲιοϲ, Ϲιμοείϲιοϲ. Τὰ διὰ τοῦ ινδοϲ εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ι γράφεται οἷον Ἰνδόϲ. Ἄλινδοϲ, Ἴϲινδοϲ πόλιϲ Μακεδονίαϲ, Ἄρινδοϲ ὄνομα ποταμοῦ. Τὰ εἰϲ θοϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ἔριθοϲ, λέκιθοϲ, Λάπιθοϲ, Προβάλινθοϲ, πίθοϲ.