Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.82
Not analysed yet
Τὰ εἰϲ δὲ ὀξύτονα κτητικὰ διὰ τοῦ ι γράφεται οἷον Ὁμηρικόϲ, δουλικόϲ, βαϲιλικόϲ, δεϲποτικόϲ πλὴν τοῦ βοεικόϲ, Δαρεικόϲ, Δεκελεικόϲ, Κεραμεικόϲ. τὸ δὲ ὑεικὸν δέρμα παρὰ Ἀξιονίκῳ ἡμάρτηται. οὐδέποτε γὰρ λέξιϲ ϲημαίνουϲα μέροϲ ϲώματοϲ ἔχει εἰϲ κον κτητικόν, ἀλλὰ διὰ καθαροῦ τοῦ ον· οὐ γὰρ λέγομεν χοιρικὸν κέραϲ, ἀλλὰ χοίρειον οὐδὲ ἀνθρωπικὸϲ πούϲ, ἀλλ’ ἀνθρώπειοϲ. οὕτωϲ οὖν οὐ δεῖ λέγειν ὑεικόν, ἀλλὰ ὕειον δέρμα.