Ancient Greek
2.85 to 2.89
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.85-89
Not analysed yet
Οὐδεὶϲ μὴν Μακεδόνων τὴν ει δίφθογγον ἔχει ἐν παρατελεύτῳ, · διὸ Ξανθίαϲ ὁ μὴν διὰ τοῦ ι. Πάντα τὰ εἰϲ ϲxοϲ κύρια ἢ ὑποκοριϲτικὰ διὰ τοῦ ι γράφεται, κορακίϲκοϲ, ϲτυλίϲκοϲ, παιδαρίϲκοϲ, χιτωνίϲκοϲ. οὐδέποτε γὰρ τὰ ϲκ ἐν ϲυλλήψει ἔχοντα ἔχει τὴν ει δίφθογγον προηγουμένην κτλ. cf. supra p. 430, 6. Πάντα τὰ εἰϲ ιλοϲ ἔχοντα πρὸ τέλουϲ τὸν τόνον διὰ τοῦ ι γράφεται, εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ εἴη, ἶλοϲ, πῖλοϲ, ϲπῖλοϲ, τῖλοϲ, κτίλοϲ, φίλοϲ. ϲεϲημείωται τὸ χεῖλοϲ· χέλλοϲ γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ κείρω κέπρω καὶ τὸ Nεῖλοϲ· Nῆλοϲ γὰρ κατὰ διάλεκτον. Πάντα τὰ εἰϲ ιλοϲ διϲύλλαβα ὀξύτονα διὰ τοῦ ι γράφεται οἷον χιλόϲ ἡ τροφή, ψιλόϲ. ϲεϲημείωται τὸ δειλόϲ παρὰ τὸ δέοϲ τὸ ϲημαῖνον τὸν φόβον. Πάντα τὰ εἰϲ ιλοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ πρὸ τέλουϲἔχοντα τὸν τόνον διὰ τοῦ ι γράφεται, Ζωΐλοϲ, Μυρϲίλοϲ, Ὀργίλοϲ, Πενθλοϲ, ναυτίλοϲ, Πορϲίλοϲ, Καδμῖλοϲ.