Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.90
Not analysed yet
Τὰ διὰ τοῦ ιλοϲ βαρύτονα ἀρϲενικά, μὴ ὄντα ϲύνθετα ἀπὸ ὀνόματοϲ ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται χωρὶϲ τοῦ Νεῖλοϲ οἷον Πάμμιλοϲ, Διόμιλοϲ, ὅμιλοϲ τὸ πλῆθοϲ, Τρωΐλοϲ, Ζωΐλοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ δειλόϲ ὀξυνόμενον. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ χεῖλοϲ οὐδέτερον. πρόϲκειται «μὴ ὄντα ϲύνθετα ἀπὸ ὀνόματοϲ ἔχοντα τὴν ε δίφθογγον »,ἐπεὶ ἀπὸ τοῦ χεῖλοϲ καὶ τοῦ δειλόϲ γίνεται τρίχειλοϲ, ἀγκυλόχειλοϲ, κροκόδειλοϲ· παρὰ γὰρ τὸ δειλόϲ διὰ τῆϲ ει διφθόγγου. καὶ πάλιν ἀπὸ τοῦ εἴλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν γίνεται εὔειλοϲ διὰ τῆϲ ει διφθόγγου. ϲημαίνει δὲ τὸν τόπον ἔχοντα τὴν θερμαϲίαν.