Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.93
Not analysed yet
Τὰ εἰϲ μοϲ καθαρὸν οὐ παραλήγει τῇ διφθόγγῳ, χωρὶϲ εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ ἔχει τὴν ει δίφθογγον οἷον φιμόϲ, κημόϲ, λιμόϲ, ϲιμόϲ, μῖμοϲ, τῖμοϲ, ἀγώγιμοϲ, ὄψιμοϲ, ὠφέλιμοϲ, θανάϲιμοϲ, γνώριμοϲ, ἄλκιμοϲ, γόνιμοϲ, ἀοίδιμοϲ ὁ περιβόητοϲ, ὄβριμοϲ ὁ ἰϲχυρόϲ, εὐδόκιμοϲ. πρόϲκειται «κεἰϲ μϲ καθαρὸν» διὰ τὸ εἶρμόϲ καὶ ϲειϲμόϲ. ταῦτα γὰρ ϲύμφωνον ἔχει πρὸ τοῦ μ. πρόϲκειται «χωρὶϲ εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ ἔχει τὴν ει δίφθογγον» διὰ τὸ Δεῖοϲ τὸ ϲημαῖνον τὸν φόβον· δέϊμοϲ γὰρ διὰ τοῦ ι καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν εἰ δίφθογγον γίνεται δεῖμοϲ.