Ancient Greek
2.94 to 2.96
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.94-96
Not analysed yet
Τὰ εἰϲ οϲ διϲύλλαβα ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἀρχομένην ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον Nίνοϲ, μῖμοϲ, βίβλοϲ. Τὰ εἰϲ οϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα ἐν τῇ ἀρχούϲῃ καὶ ἐν τῇ μετὰ ταύτην τὸ αὐτὸ ϲύμφωνον διὰ τοῦ ι γράφεται οἷον τίτανοϲ, διδάϲκαλοϲ, δίδυμοϲ, Ϲιϲίννηϲ. Τὰ διὰ τοῦ ινοϲ βαρύτονα διὰ τοῦ ι γράφεται, οἷον ξύλινοϲ, δερμάτινοϲ, Κρατῖνοϲ, Ἀκραγαντῖνοϲ, Κωνϲταντῖνοϲ.