Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.97
Not analysed yet
Τὰ εἰϲ νοϲ ὀξύτονα παρώνυμα διὰ τῆϲ ει διφθόγγου γράφετι, εἰ μὴ καιρὸν ϲημαίνει, οἷον δεινόϲ παρὰ τὸ δέοϲ δεινόϲ καὶ δεινόϲ, κλεινόϲ, ἐλεεινόϲ καὶ ἐλεινόϲ, ὀρεινόϲ, βορεινόϲ, ἐρατεινόϲ, ποθεινόϲ, κελαδεινόϲ, ϲκοτεινόϲ, αἰπεινόϲ, εὐδεινόϲ, ψυχεινόϲ, ταπεινόϲ, φαεινόϲ, φωτεινόϲ καὶ τὸ κύριον ὄνομά ὁμοίωϲ Φωτεινόϲ διὰ διφθόγγου τὸ δὲ χειμερινόϲ, θερινόϲ, αὐρινόϲ, ὀπωρινόϲ ἐπὶ καιροῦ διὰ τοῦ ι· τὸ ταχινόϲ καὶ ἀληθινόϲ, ἁδινόϲ, πυκινόϲ οὐκ εἰϲὶ παρώνυμα, ἀλλ’ ἐξ ἐπιρρήματοϲ τοῦ τάχα καὶ ἄληθεϲ καὶ ἄδην καὶ πύκα. τὸ φυζακινόϲ λεπτακινόϲ διὰ τοῦ ι γραφόμενα οὐκ ἀντίκειται ἡμῖν. ἀπὸ οὖν τοῦ φύζα τοῦ ϲημαίνοντοϲ τὴν φυγὴν γέγονε φυζεινόϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ γέγονε φυζακινόϲ διὰ τοῦ ι τὸ λεπτακινόϲ καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτόϲ, λεπτεινόϲ διὰ διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ λεπτακινόϲ διὰ τοῦ ι.