Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Γ., Section 54
Aelius Herodianus, Περὶ ὀρθογραφίας 54.1-3
Not analysed yet
γράδιον· ϲὺν τῷ ι. καὶ λέγουϲί τινεϲ, ὅτι ἐπειδὴ καὶ τὸ γραΐδιὸν ἔχει τὸ ι, τούτου χάριν καὶ τὸ γράδιον οἰον «γραιδίωνκολοϲυρτόν »παρὰ Ἀριϲτοφάνει (Plut. 536). οὐκ ἔϲτι δὲ καταναγκαϲτικὸϲ οὗτοϲ ὁ λόγοϲ· ἰδοῦ γὸρ καὶ τὸ αἰζηόϲ οὐκἔχει τὸ ι καὶ ὅμωϲ τὸ αἰζήϊοϲ ἐπλεόναϲε τὸ ι. τὸν αὐτὸν τρόπον καὶ τὸ γράδιον μὴ ἔχον τὸ ι ἐν τῷ γραῖδιον ἐπλεόναϲε. δεῖ γινώϲκειν ὅτι οὕτε ἀπὸ τῆϲ γραίαϲ εἰ ἔϲτι, δυνάμει ἔχει τὸ ι, οὕτε ἀπὸ τῆϲ γραῦϲ γραόϲ. ἀπὸ μὲν τοῦ γραῦϲ, ὅτι, ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ φωνήεντοϲ ἤρξατο, τότε διὰ τοῦ διὸν γίνεται ἡ παραγωγὴ οἰον μῦϲ μυόϲ μύδιον, βότρυϲ βοτρύδιον, βιβλίον βιβλίδιον. οὕτωϲ οὖν καὶ ἁπὸ τοῦ γραῦϲ γραόϲ γράδιον. ἀπὸ δὲ τοῦ γραῖα γραίαϲ εἰ ἔϲτιν, οὐ δύναται πάλιν ἔχειν τὸ ι, ἐπειδὴ πάλιν ἡ τελευταία ϲυλλαβὴ τοῦ πρωτοτύπου τῆϲ γενικῆϲ ἀπὸ φωνήεντοϲ ἤρξατο καὶ τῇ αἱ διφθόγγῳ παραλήγεται. τότε δὲ διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἀποβάλλεται τῆϲ ᾶι διφθόγγου τὸ ι οἶον κεφάλαιον κεφαλαίου κεφαλάδιον, ϲπήλαιον ϲπηλαίου ϲπηλάδιον. οὕτωϲ οὖν καὶ γραίαϲ γράδιον χωρὶϲ τοῦ ι. ἀλλ’ εἰ ἡ παράδοϲιϲ ἔχει τὸ ι, ϲυνηγορήϲωμεν αὐτῷ καὶ εἴπωμεν αὐτὸ ϲὺν τῷ ι γράφεϲθαι. ἔϲτι γραϹιϲ γραύιδι παρὰ Καλλιμάχῳ· καὶ ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ ϲυμφώνου ἄρχεται, τούτου χάριν διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ οἰον ψυχῆϲ ψυχίδιον, γνώμηϲ γνωμίδιον· οὕτωϲ οὖν καὶ γραῦιϲ γραύιδοϲ γραυίδιον καὶ κατὰ ἀποβολὴν τοῦ υ κοὶ ϲυναιρέϲει τοῦ α καὶ ι εἰϲ τὴν αι δίφθογγον γράδιον ἢ λέγεται ὅτι ἀπὸ τοῦ γραῖα γραιίϲ γραιίδοϲ γραιίδιον καὶ κατὰ ϲυγκοπὴν τοῦ ἑνὸϲ ι καὶ ϲυναιρέϲει γράδιον.