Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Γ., Section 55
Aelius Herodianus, Περὶ ὀρθογραφίας 55.1-3
Not analysed yet
γραμματείδιον: ἀμφίβολον εἴτε διὰ τῆϲ ει διφθόγγου εἴτε διὰ τοῦ ι. καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον τοῦ ϲημαίνοντοϲ τὸ μικρὸν γράμμα, διὰ τοῦ ι γράφεται ὡϲ ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον. εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ ϲημαίνοντοϲ τὴν μικρὰν δέλτον διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἀγγεῖον ἀγγείδιον, γραφεῖον γραφείδιον.