Ancient Greek · ~4 min
22.
Aelius Herodianus, Περὶ ῥημάτων 1-21
Not analysed yet
ἰϲτέον ὅτι τὸ ἔπεϲον μονῆρέϲ ἐϲτιν, οὐδέποτε γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανόϲ, ὅτι ἐϲτὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεϲον, καὶ αὐτὸ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει καὶ παρατίθεται τὴν χρῆϲιν παρ’ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουϲαν οὕτωϲ (Com. graec. ed. Mein. II 826) κατέχεϲον τῆϲ Nηρηΐδοϲ. ϲχηματίζει δὲ ὁ Ἡρωδιανὸϲ τοῦτον τὸν τρόπον τὸ ἔπεϲον· φηϲὶν ὅτι ὥϲπερ ἀπὸ τοῦ φυϲῶ φυϲήϲω γίνεται φύϲημα καὶ ἀπὸ τοῦ νοϲῶ νοϲήϲω νόϲημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γίνεται πεϲήϲω καὶ πέϲημα, ὄνομα ῥηματικόν, ὡϲ παρ’ Ἐὐριπίδη ἐν Ἀνδρομόχῃ (652) οὗ πεϲήματα πλεῖϲθ’ Ἑλλάδοϲ πέπτωκε δορυπετῆ νεκρῶν, καὶ λοιπὸν ὡϲ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γέγονεν ἔπεϲον ὁ δεύτεροϲ ἀόριϲτοϲ ὥϲπερ καὶ ἀπὸ τοῦ χραιϲμῶ ἔχραιϲμον καὶ ἀπὸ τοῦ ὀλιϲθῶ ὤλιϲθον.