Ancient Greek · ~4 min
30.
Aelius Herodianus, Περὶ ῥημάτων 1-29
Not analysed yet
ἰϲτέον ὅτι λέγει ὁ Ἡρωδιανόϲ, ὡϲ οὐδέποτε εὑρίϲκεται δεύτεροϲ μέλλων ἐνεργητικὸϲ ὁριϲτικὸϲ ἐν χρήϲει· ἃϲ γάρ, φηϲί, παρέθετο χρήϲειϲ ὁ Ἀπολλώνιοϲ, ἢ πεπλαϲμέναι αὐτῷ εἰϲιν ὡϲ τὸ φυγῶ, δράμῶ (οὐδέτεροι γὰρ μέλλοντεϲ· οὐδεὶϲ γὰρ τῶν παλαιῶν, φηϲί, τούτοιϲ ἐχρήϲατο) ἢ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ὡϲ τὸ κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοϲ Ἀτρείδαο (Ι 388) καὶ ὡϲ τὸ πάντα γὰρ ἤδη τοι τελέω (ψ 20), ἐνταῦθα γὰρ οἱ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήϲω καὶ τελέϲω, ὥϲπερ καὶ ἐν τῷ ἐγ δέ κ’ ἄγω Βριϲηΐδα καλλιπάρῃον (Α 184), ἐνεϲτώϲ ἐϲτιν ἀντὶ μέλλοντοϲ τοῦ ἄξω ἄλλωϲ τε δὲ οὐδέποτε ὁ μέλλων ὁ ὁριϲτικὸϲ διαλύεται, πῶϲ οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλοντεϲ ὑπῆρχον, ἐν διαλύϲει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰϲιν ἐνεϲτῶτοϲ τοῦ γαμῶ καὶ τελῶ. πρόϲκειται «ὁριϲτικόϲ», ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρέμφατον γίνεται κατὰ διάλυϲιν, εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ε 688) ϲημειοῦται δὲ τὸ ἐκχεῶ δευτέρου μέλλοντοϲ, οἷον καὶ τὸ κατακλιεῖ παρ’ Εὐπόλιδι ἐν Χρυϲῷ Γένει οἷον εἰ μή τιϲ αὐτὴν κατακλιεῖ.