Ancient Greek · ~2 min
1 to 2
Aelius Herodianus, Περὶ ῥημάτων 1-34-2
Not analysed yet
οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ. ἄπρηκτόν γε νέεϲθαι: τούτεϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ. οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ γενέϲθαι γενέεϲθαι γένηται.