Ancient Greek · ~3 min
37.
Aelius Herodianus, Περὶ ῥημάτων 1-36
Not analysed yet
ex duobus perfecti imperativis in ε et θ hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολλώνιοϲ λέγει ὅτι εἰϲ ε λήγει τὸ προϲτακτικὸν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ὁμοφώνωϲ τῷ τρίτῳ προϲώπῳ τῶν ἑνικῶν τοῦ ὁριϲτικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ οἶον τέτυφε ἐκείνοϲ τέτυφε ϲύ, τέτυπε ἐκεῖνοϲ τέτυπε ϲύ· τότε γάρ, φηϲίν, εἰϲ θι ἐϲτὶ τὸ προϲτακτικόν, ἡνίκα ἐϲτὶν οὐ μόνον εἰϲ ϲ καὶ ὀξύτονοϲ ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἶον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, ϲταλείϲ ϲταλέντοϲ ϲτάληθι, γνούϲ γνόντοϲ γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸϲ καί μέϲοϲ παρακείμενοϲ οὐκ ἔχουϲι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουϲιν αὐτὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἶον τετυφώϲ τετυφότοϲ, τετυπώϲ τετυπότοϲ, δηλονότι οὐδὲ τὸ προϲτακτικὸν δύναται ἔχειν εἰϲ θι.