Ancient Greek · ~11 min
38.
Aelius Herodianus, Περὶ ῥημάτων 1-37
Not analysed yet
λέγει ὁ Ἡρωδιανὸϲ ὅτι εἰκότωϲ εἰϲ ον ἐγένετο τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ· εἰϲ ε γάρ, φηϲίν, οὐκ ἠδύνατο γενέϲθαι, ἐπειδὴ τὸ ε οὐκ ἔϲτιν ἐνταῦθα γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ὁριϲτικοῦ ἑνικοῦ πᾶν γὰρ δεύτερον πρόϲωπον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ τὸ γ΄ ποιεῖ οἶον τύπτειϲ τύπτει ἔτυπτεϲ ἔτυπτε, ἔλεγεϲ ἔλεγε, ἔμαθεϲ ἔμαθε, χωρὶϲ τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι· ἐπ᾿ ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ϲ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲ δίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι· εἰ οὖν εἰϲ αϲ ἐϲτὶ τὸ δεύτερον πρόϲωπον δηλονότι καὶ τὸ γ΄ ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνοϲ κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ᾿ ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ γ΄ τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθηϲε τοῦ ᾱ εἰϲ ε καὶ ἐγένετο ἔτυψε. ἐπειδὴ οὖν τὸ ε οὐκ ἔϲτι γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ἑνικοῦ τοῦ α΄ ἀορίϲτου, ἐμάθομεν γὰρ ὅτι διὰ τοῦ ᾱ ὤφειλεν εἶναι, τούτου χάριν οὐκ ἐκφέρεται δι᾿ αὐτοῦ, φημὶ δὲ διὰ τοῦ ε, τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ. λέγει δὲ πάλιν ὁ Ἡρωδιανόϲ, ὅτι μὴ δυνάμενον γενέϲθαι εἰϲ ε διατί οὐκ ἐγένετο εἰϲ ᾱ, ἵνα τὸ κεχρεωϲτημένον τῷ γ΄ προϲώπῳ τῶν ἑνικῶν τοῦ α΄ ἀορίϲτου ἀναδέξηται τὸ προϲτακτικόν οὐδὲ γὰρ ἔχει πρῶτον ἵνα αὐτῷ ϲυνεμπέϲῃ, ὥϲπερ ἐν τοῖϲ ὁριϲτικοῖϲ. καὶ λέγει, ὅτι οὕτε εἰϲ ᾱ ἠδύνατο γενέϲθαι τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἐπειδὴ τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένονἐϲτὶν οἷον ἔτυψα, ἐποίηϲα, ἐνόηϲα. οὐ δύναται δὲ τὸ προϲτακτικὸν διὰ τοῦ ᾱ ϲυνεϲταλμένου ἐκφέρεϲθαι, ἐπειδὴ τὰ εἰϲ ᾱ λήγοντα προϲτακτικὰ μὴ ὄντα κατὰ ἀποκοπὴν μακροκαταληκτεῖν θέλει οἷον βόα, πέρα, γέλα, ὅρα, φύρα, ϲίγα, ϲιώπα, τίμα, κυβέρνα. εἰ οὖν ἐξηνέχθη τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ διὰ τοῦ ᾱ, ϲυνεϲταλμένον ἤμελλεν ἔχειν τὸ α· ὡϲ γὰρ εἴρηται τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένον ἐϲτίν, ὅπερ ἄτοπον. μὴ δυνάμενον οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ μήτε εἰϲ ε εἶναι, μήτε εἰϲ ᾱ, ὡϲ δέδεικται, μήτε εἰϲ θι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην (εἰ γὰρ καὶ εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην αὐτὴν ἔχει, ἀλλ᾿ οὐκ ὀξύτονον οἷον τύψαϲ τύψαντοϲ, ἐκεῖνα δὲ ἔχει προϲτακτικὸν εἰϲ θι, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, γνούϲ γνόντοϲ γνῶθι), ἐξ ἀνάγκηϲ γέγονεν εἰϲ ον κατὰ μίμηϲιν τῶν Ϲυρακουϲίων κουϲίων προϲτακτικῶν τοῦ β΄ ἀορίϲτου. οἱ γὰρ Ϲυρακούϲιοι τὰ προϲτακτικὰ τοῦ β΄ ἀορίϲτου εἰϲ ον μεταποιοῦϲι τὸ λάβε λάβον λέγοντεϲ καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον, οὕτωϲ οὖν καὶ τύψε τύψον.