Ancient Greek · ~1 min
1 to 2
Aelius Herodianus, Περὶ ῥημάτων 1-5-2
Not analysed yet
τὰ τρίτα πρόϲωπα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγεται λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲι, ἵεμεν ἵετε ἱεῖϲι καὶ τοῖϲ ἱεῖϲι. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸ τὸ φᾶϲι μετοχικὸν ὡϲ ϲτᾶϲι. (Περὶ παρατατικοῦ).