Ancient Greek · ~3 min
8.
Aelius Herodianus, Περὶ ῥημάτων 1-8
Not analysed yet
εἴ τιϲ εἶποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰϲ μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰϲ τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουϲαν, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ οἷον ἐτίθεμεν ἐτίθετε, τιθείϲ γάρ, ἐδίδομεν ἐδίδοτε, διδούϲ γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείϲ γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώϲ γάρ, ἐτύψαμεν ἐτύψατε, τύψαϲ γάρ. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι εὑρίϲκεται χρῆϲιϲ τῆϲ διὰ τοῦ ε γραφῆϲ, ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Ὄρνιϲι ὑμεῖϲ δὲ πρεϲβεύεϲθε καὶ κεχήνετε ἀντὶ τοῦ κεχήνατε.