Ancient Greek · ~3 min
1.
Aelius Herodianus, Περὶ ῥημάτων 10
Not analysed yet
Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν —εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —