Ancient Greek · ~8 min
33.
Aelius Herodianus, Περὶ ῥημάτων 2-11
Not analysed yet
οἱ μέϲοι μέλλοντεϲ ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ α΄ ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτεροϲ ἀπὸ τοῦ δευτέρου τοῦτον τὸν τρόποον· πᾶϲ μέλλων ἐνεργητικὸϲ προϲλαβὼν τὴν μαι γίνεται, ὁ μὲν πρῶτοϲ μέλλων ἐνεργητικὸϲ πρῶτοϲ μέϲοϲ μέλλων γίνεται, ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ β΄ μέϲοϲ μέλλων γίνεται, καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸϲ μέλλων, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῷ μέϲῳ μέλλοντι, τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι, ἀκούϲω ἀκούϲομαι, εἰ δὲ περιϲπᾶται ὁ μέλλων ὁ ἐνεργητικόϲ, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ἐν τῷ μέϲῳ μέλλοντι οἶον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δράμω δραμοῦμαι, πεϲῶ πεϲοῦμαι· ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντεϲ περιϲπωμένωϲ τοὺϲ μέϲουϲ τούτων μελλόντων διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον λακτιοῦμαι, βαδιοῦμαι, κουφιοῦμαι, καὶ οἱ Δωριεῖϲ δὲ πάνταϲ τοὺϲ μέλλονταϲ περιϲπῶντεϲ καὶ λέγοντεϲ τυψῶ, γραψῶ, ποιηϲῶ, κλαυϲῶ, φευξῶ, καὶ τοὺϲ μέϲουϲ αὐτῶν διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον ποιηϲοῦμαι, τυψοῦμαι, γραψοῦμαι, κλαυϲοῦμαι, πλευϲοῦμαι. ταῦτα δὲ οὐ μόνον παρὰ τοῖϲ Δωριεῦϲιν ἀλλὰ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἰϲτέον δ᾿ ὅτι εἰ μὲν ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ κλίϲιν ἀναδέχονται, ὁμοίωϲ τοῖϲ ἐνεϲτῶϲι καὶ παθητικοῖϲ τῆϲ α ϲυζυγίαϲ τῶν περιϲπωμένων· ὥϲπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται ποιούμεθον ποιεῖϲθον ποιεῖϲθον ποιούμεθα ποιεῖϲθε ποιοῦνται, οὕτωϲ καὶ τυποῦμαι τυπῇ τυπεῖται τυπούμεθον τυπεῖϲθον τυπούμεθα τυπεῖϲθε τυποῦνται. πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουϲι κλίϲιν οἱ παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ α΄ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ οἱ ἀπὸ περιϲπωμένων μέϲοι μέλλοντεϲ. ἀλλ᾿ οὖν χρὴ γινώϲκειν ὅτι οἱ μὲν παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελῶν ϲυναιρεθέντεϲ, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸϲ τὴν ϲυναίρεϲιν ποιοῦνται τὴν κλίϲιν· οἱ δὲ ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ καροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ ϲυναιρέϲεωϲ ποιοῦνται τὴν κλίϲιν, οὐδὲ γάρ εἰϲιν ἀπὸ τῶν ἐντελῶν ϲυνῃρημένοι.