Ancient Greek · ~2 min
1.
Aelius Herodianus, Περὶ ῥημάτων 5
Not analysed yet
Τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἀδιαφόρωϲ εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η. ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (395) φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ ῆ τὸν ἀόριϲτονἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε Διόϲ» (λ 580). ὀλλ’ οὐ θέλει πάλιν τὸ τὸ κατ’ ἀρχὴν τῶν παρψχημένων εἰϲ ε καὶ α διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τούτων, ἤλη ἐάλη, ἤγη ἐάγη, ἦδον ἕαδον.