Ancient Greek
Section 1
Aelius Herodianus, Εἰς τὴν Ἀπολλωνίου εἰσαγωγήν 1
Not analysed yet
Ἀρίϲτυλλοϲ ὄνομα παρὰ Ἀριϲτοφάνει. εἴρηται δὲ ὑποκοριϲτικῶϲ ὁ Ἀριϲτοκλῆϲ. ὡϲ γὰρ παρὰ τὸ Ἡρακλῆϲ Ἥρυλλοϲ καὶπαρὰ τὸ Θραϲυκλῆϲ Θράϲυλλοϲ καὶ παρὰ τὸ Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, οὕτω καὶ παρὰ τὸ Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ. οὕτωϲ Ἡρωδιανὸϲ εἰϲ τὴν Ἀπολλωνίου εἰϲαγωγὴν ἢ περὶ παθῶν.