Ancient Greek
Section 11
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων 11
Not analysed yet
τὰ εἰϲ ιϲ ἐϲχηματιϲμένα ἁπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνεται καὶ ϲυϲτέλλει τὸ ῑ, ποιήϲω ποίηϲιϲ, γνώϲω γνῶϲιϲ, πράξω πράξιϲ, πέφανϲαι φάνϲιϲ, μεμίανϲαι μίανϲιϲ. τὸ δὲ ἁψίϲ ϲεϲημείωται μακρὸν ἔχον τὸ ῑ.