Ancient Greek
Section 17
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων 17
Not analysed yet
τὰ εἰϲ οϲ λήγοντα ὀνόματα παρὰ ῥῆμα γινόμενα· καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ. καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ, τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται κατ’ ὀξεῖαν τάϲιν. ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε ὥϲτε παρὰ τὴν λόχου γενικὴν λόχοιο γενέϲθαι καὶ λοχέοιο. παρὰ κηδεύω δὲ κηδεόϲ. κελεύω Κελεόϲ ὄνομα κύριον, ὠρεύω Ὠρεόϲ.