Ancient Greek
Section 21
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων 21
Not analysed yet
τὰ εἰϲ ιοϲ ἀπὸ μέλλοντοϲ γινόμενα προπαροξύνεται, ὀρθώϲομαι Ὀρθώϲιοϲ, ἀϲπάϲομαι ἀϲπάϲιοϲ, φυλάξομαι φυλάξιοϲ, ἀλέξω ἀλέξιοϲ, κτήϲω κτήϲιοϲ, αἰνήϲω Αἰνήϲιοϲ, ἀρκέϲω ἀρκέϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ Ἀρκείϲιοϲ, ἄρϲω ἄρϲιοϲ καὶ ἀνάρϲιοϲ, ἄξω ἄξιοϲ, θαυμάϲω θαυμάϲιοϲ. τὸ μέντοι πλήϲω πληϲίοϲ καὶ τὸ δέξομαι δεξιόϲ καὶ ἕψομαι ἀνεψιόϲ.