Ancient Greek
Section 46
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων 46
Not analysed yet
τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ ου διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται. ϲχηματίζεται δὲ κατὰ τὸ πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα αἶθουϲϲα, Φέρουϲα, Κρέουϲα, Μέδουϲα, Ἀλρέθουϲα. οὐδὲν δ’ ὅ τι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ ἐν κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα.