Ancient Greek
Paragraph 15
Aelius Herodianus, Περὶ διχρόνων 15
Not analysed yet
Τὰ εἰϲ νοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ υ, πῇ μὲν ϲυϲτέλλει αὐτό, ἐπὰν τὸ ϲ προηγῆται αὐτοῦ, ὡϲ ἔχει τὸ δεϲπόϲυνοϲ, θάρϲυνοϲ, πίϲυνοϲ· τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι. γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ, αἱ μέντοι εὐθεῖαι αὐτῶν ϲυϲτέλλουϲι τὸ υ. τὰ μέντοι διὰ τοῦ νοϲ ἐπ᾿ εὐθείαϲ μὴ ἔχοντα τὸ ϲ πρὸ τοῦ υ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, ἐκτείνειν θέλει τὴν πρὸ τέλουϲ, κίνδυνοϲ, εὔθυνοϲ. Πάχυνοϲ, Λάμυνοϲ. διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ οἱ Ἀττικοὶ ἐκτείνουϲιν· κἂν ὀξύνηται δὲ τοιαῦτά ἐϲτι, Μαρνανδυνόϲ, Βιθυνόϲ. τὸ ἄγυνοϲ ἢ ἀνδρόγυνοϲ οὐ μάχεται, ϲύνθετα γάρ ἐϲτι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰϲ νη καθαριεύοντα διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει, ὡϲ ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεϲταλμένου δηλονότι τοῦ γυνή. προϲέθηκα δὲ διϲύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, διὰ μέντοι τοῦ ϲυνη ὄντα, ἀεὶ ϲυϲτέλλει τὸ υ, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη· εἰ δὲ μὴ ἔχει τὸ ϲ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ, ὡϲ τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένωϲ.