Ancient Greek
Paragraph 3
Aelius Herodianus, Περὶ διχρόνων 3
Not analysed yet
Πᾶν εἰϲ αϲ ἀρϲενικὸν βαρύτονον ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, εἴτε ὄνομα εἴη εἴτε μετοχή, Αἴαϲ, Δρύαϲ, Θόαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ. διὸ ϲημειούμεθα τὸ ποιητικὸν προϲηγορικὸν «λᾶαϲ ἀναιδήϲ καὶ μέγαϲ ἐπίθετον. τὸ δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ (Alcmanis) καὶ ὅϲα τοιαῦτα κατὰ διάλεκτον, δῆϲαϲ ἀλυκτοπέδῃϲι (Theogn. 521).