Ancient Greek
Paragraph 30
Aelius Herodianus, Περὶ διχρόνων 30
Not analysed yet
Τὰ εἰϲ οϲ λήγοντα ὁπότε ἔχει θηλυκὸν εἰϲ α λῆγον πάντα ἔχει ἐκτεταμένον τὸ α, Ῥόδιοϲ Ῥοδία, Κνίδιοϲ Κνιδία. ϲημειῶδεϲ ἄρα κατὰ χρόνον τὸ ὁμοίωϲ δὲ καὶ τὸ ἴα, δῖα γυναικῶν, οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ (Il. Δ 437), ὅπερ λέγεται καὶ μία, καὶ τὸ πέπειρα. |