Ancient Greek
Paragraph 35
Aelius Herodianus, Περὶ διχρόνων 35
Not analysed yet
Τὰ διὰ τοῦ αριον ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ α, ἱππάριον, φυτάριον, ἠ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.