Ancient Greek
Paragraph 39
Aelius Herodianus, Περὶ διχρόνων 39
Not analysed yet
Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ὅτε ἔχει δίχρονον πρὸ τέλουϲ ϲυϲτελλόμενον αὐτὸ ἔχει, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, ἀφύϲϲω. δῆλον οὖν ὅτι καὶ τὸ θαάϲϲω ὀφείλει τὸ α ϲυϲτελλόμενον ἔχειν. τὸ δὲ ἐλαϲϲῶ περιϲπᾶται παρὰ τὸ ἔλαϲϲον γενόμενον. διὸ βαρύτονα πρόϲκειται.