Ancient Greek
Paragraph 42
Aelius Herodianus, Περὶ διχρόνων 42
Not analysed yet
Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἄξιοϲ, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ, ἀψευδήϲ· τὸ δὲ ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ (Ζ 306), καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουϲι τὸ α. διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίϲει.