Ancient Greek
Paragraph 44
Aelius Herodianus, Περὶ διχρόνων 44
Not analysed yet
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι πρὸ τέλουϲ ἕν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ, θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ· τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὸ υ.