Ancient Greek
Paragraph 46
Aelius Herodianus, Περὶ διχρόνων 46
Not analysed yet
Τὰ δὲ διὰ τοῦ ινοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα, ϲυνεϲταλμένον ἔχει τὸ ι, ἐαρινόϲ, χειμρινόϲ, νυκτερινόϲ, ἑωθινόϲ, πρωϊνόϲ, ἡμερινόϲ, ὀπωρινόϲ. παρὰ μέντοι τῷ ποιητῇ κατ᾿ ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου· ὡϲ δ᾿ ὅτ᾿ ὀπωρινὸϲ βορέηϲ (Φ 346), |καὶ πάλιν ἀϲτέῤ ὀπωρινῷ ἐναλίγκιον (Ε 5).