Ancient Greek
Section 1
Aelius Herodianus, Περὶ ἐγκλινομένων 1
Not analysed yet
Ἐγκλινόμενόν ἐϲτι μόριον λέξιϲ κατὰ τὸ τέλοϲ ὀξυνομένη, τρέπουϲα δὲ εἰϲ βαρεῖαν κατὰ τὴν τοῦ λόγου ϲύνταξιν, καθάπερ ἔχει εἰ μὴ μητρυιηὴ περικαλλὴϲ Ἠερίβοια (Ε 389). Ἐγκλιτικὸν δέ ἐϲτι μόριον, ὃ τὴν ἰδίαν ὀξεῖαν κοιμίζον τὴν προκειμένην βαρεῖαν εἰϲ ὀξεῖαν μεθίϲτηϲιν, ᾧ ἢ δυνάμει ἢ φύϲει ἑτέρα βαρεῖα ὑπέρκειται, δυνάμει μὲν ὡϲ τὸ δώματά μοι, φύϲει δὲ καθάπερ Ἀρκεϲίλαόϲ τε. Ϲυνεγκλιτικὸν δέ ἐϲτι ϲύνταξιϲ δυοῖν ἢ πλειόνων μορίων ἐγκλιτικῶν ἐπαλλήλων ὀξυνομένων, ὡϲ ἔχει τὰ τοιαῦτα ἤ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812). ὁ μὲν γὰρ ἤ ὀξύνεται διὰ τὸ νύ ἐγκλιτικόν, τὸ δὲ νύ διὰ τὴν ἀντωνυμίαν τὴν ϲέ, ἡ δὲ ϲέ ἀντωνυμία διὰ τὸν ποῦ παραπληρωματικὸν ϲύνδεϲμον. εἴρηται δὲ ϲυνεγκλιτικὸν διὰ τὸ ϲὺν ἐγκλιτικῷ παραλαμβανόμενον διεγείρειν τὴν ὑπερκειμένην ἐν τῷ τέλει τῆϲ λέξεωϲ ὀξεῖαν.