Ancient Greek
Section 10
Aelius Herodianus, Περὶ ἐγκλινομένων 10
Not analysed yet
Ἐκ δὲ μετοχῶν οὐχ οἷόν τέ ἐϲτιν ἐγκλιτικὸν μόριον. ἀεὶ γὰρ ταῦτα ἐκ θέματοϲ ἀνάγεται, εἴγε μεταλήψειϲ ῥημάτων εἰϲίν. ἀλλ’ οὐδὲ ἐξ ἄρθρου. τῇ γὰρ ϲυντάξει ἡ παράθεϲιϲ τῶν ἄρθρων μάχεται· ἅπαντα γὰρ ταῦτα προτακτικά ἐϲτιν, ἀρκτικώτερα ὄντα τῶν καλουμένων προτακτικῶν, ᾗ κατάρχει ὅλου λόγου ἣ μυρί’ Ἀχαιοῖϲ ἄλγε’ ἔθηκεν καὶ ὃϲ μάλα πολλὰ πλάγχθη. διὰ τοῦτο καὶ ἰδίῳ ῥήματι κατακλείεται, πρὸ αὐτοῦ τε πίπτουϲιν αἱ ϲτιγμαί. καὶ ἐξ ἁπάντων τῶν ὄντων οὐ πολλά ἐϲτι μόρια εὑρεῖν, ἃ εἰϲ τὴν προκειμένην ϲύνταξιν ὑπάγεται.