Ancient Greek
Section 20
Aelius Herodianus, Περὶ ἐγκλινομένων 20
Not analysed yet
Ἐξ ἐπιρρημάτων δὲ ἐγερτικά ἐϲτι τὰ ἐκ πεύϲεωϲ ἀοριϲτούμενα, ἔχοντα τὴν αὐτὴν ἀκολουθίαν τῶν τόνων τήν τε ποϲότητα τῶν ϲυλλαβῶν. τὸ μὲν γὰρ ποῦ ἐγκλιτικόν ἐϲτιν, ὡϲ ἐν τῷ εἴ που ἐϲαθρήϲειεν (Γ 450), τῶν πευϲτικῶν ἑκάϲτοτε ὀρθοτονουμένων. ἐκ πεύϲεωϲ δὲ ἀοριϲτούμενα, πότε πότε γράφειϲ; ποτέ καί ποτέ μοι τρὶϲ τόϲϲα (Α 213), πόθι πόθι τοι πτόλιϲ (α 170), ποθί αἴ κέ ποθι Ζεύϲ (Α 128), πῇ πῇ ἦλθεϲ; πῇ ἀλλά πῃ ἄλλῃ (γ 251), πόθεν πόθεν ἦλθεϲ, ποθέν καί ποθεν ἐλθών, πῶϲ πῶϲ ἦλθεν, πῶϲ ἀλλ’ οὔ πωϲ ἅμα πάντα (Δ 320) καὶ χωρὶϲ τοῦ ϲ̅ μηδέ πω ὑπ’ ὄχεϲφιν (Ψ 7).