Ancient Greek
Section 23
Aelius Herodianus, Περὶ ἐγκλινομένων 23
Not analysed yet
Ὁμοίωϲ εἰ προπεριϲπῷτο ἡ προκειμένη λέξιϲ ἐγκλιτικοῦ ἐπιφερομένου, ἐγείρει τὴν μετὰ τὴν περιϲπωμένην βαρεῖαν οἷον οἶκόϲ τιϲ Ϲχοῖνόν τε Ϲκῶλόν τε (Β 497), γυναῖκέϲ εἰϲιν —χωρὶϲ εἰ μὴ προκέηται τροχαῖοϲ προπεριϲπώμενοϲ μέν, ἔχων δὲ τὴν τελευταίαν θέϲει μακρὰν οἷον φοῖνιξ ἐϲτί, κῆρυξ ἐϲτίν —κἂν παροξύνοιτο τροχαϊκὴ οὖϲα ἄλλόϲ τιϲ, ἔϲτί τιϲ, ἔνθά ποτε Λάμπέ τε (Θ 185), φύλλά τε καὶ φλοιόν (Α 237), τυφθέντά τε.