Ancient Greek
Section 25
Aelius Herodianus, Περὶ ἐγκλινομένων 25
Not analysed yet
Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν ἐν τῷ μεταξὺ περιϲπώμενον εἴη ὡϲ ἐπὶ τοῦ ποῦ, πῇ, πῶϲ, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερονἐγκλιτικόν, τοῦτο τὸ περιϲπώμενον οὔτε ὀξύνεται οὔτε περιϲπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περιϲπωμένη κατὰ τὸ κοινὸν ἔθοϲ ϲυϲτολῆϲ μὴ παρακολουθηϲάϲηϲ εἰϲ ὀξεῖαν μετατίθεϲθαι οἷον οὔ πωϲ ἐϲτ’ Ἀγέλαε (Od. χ 136) (ἐν γὰρ τῇ ο͞υ διφθόγγῳ μόνῃ ἡ ὀξεία) ἤ που τίϲ ϲφιν εἶπεν (ἐν τῷ η̅ καὶ ἐν τῷ τίϲ ἡ ὀξεῖα) ἄνθρωπον τινά που φηϲι μελῳδεῖν (πάλιν ἐν τῇ πον ϲυλλαβῇ καὶ τῇ ν͞α ἡ ὀξεῖα τίθεται).