Ancient Greek · ~2 min
Chapter 10
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 10.20
Not analysed yet
θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι πράγμασι καὶ μάλιστʼ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπʼ ἄλλας δημοσίας ἐργασίας.