Ancient Greek · ~7 min
10.11 to 10.19
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 10.11-19
Not analysed yet
ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλʼ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετʼ αὐτῶν συνδιατελοῦσιν μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις. καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἢ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν. ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατʼ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι· ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων. Ἐπὶ δὲ μονάρχῳ ἢ στρατηγῷ ἢ φυγάδι δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ ὁ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον· ἐὰν δὲ μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ. καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν. ἐν δὲ ξενικῷ στρατοπέδῳ τοιάδ̓, ἀναγγείλαντα σιγήν, πάντων ἀκουόντων κηρῦξαι. εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλʼ ὕστερον πεπωλήσεται· τὰ δʼ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον,