Ancient Greek · ~2 min
11.4 to 11.6
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 11.4-6
Not analysed yet
ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵνʼ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ. καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν σπουδάζουσιν. ἅμα δὲ τοῦ τείχους ἐκδήσας κατεκρέμασε δίκτυα ἐλάφεια καὶ σύεια, ὡσεὶ ξηρᾶναι θέλων, καὶ ἄλλῃ ἱστία ἔξω τοὺς κάλους ἔχοντα· καθʼ ἅπερ ἐν νυκτὶ ἀνέβησαν στρατιῶται.