Ancient Greek · ~2 min
Chapter 11
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 11.7
Not analysed yet
Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν.