Ancient Greek · ~6 min
11.9 to 11.15
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 11.9-15
Not analysed yet
ἐὰν δέ τις ἄλλως ἐκθῆται τὰ ὅπλα ἢ ἄλλῃ ἐξενεγκάμενος φανῇ, ὡς προδότης καὶ ἐπιβουλεύων τῷ δήμῳ πασχέτω τι. τοῦτο δὴ αὐτὸ ἵνα κατὰ τὰς φυλὰς ὄντες οἱ πλούσιοι μὴ δύνωνται εἰς ταὐτὸ ἀθροισθέντες μετὰ τῶν ξένων ἐπιθέσθαι, ἀλλʼ ἐν ταῖς φυλαῖς ὄντες διακεχωρισμένοι ὦσιν ἐν πολλοῖς ὀλίγοι φυλέταις. καλῶς δὲ δοκεῖ καὶ ἀγχινόως μετʼ ἀσφαλείας διαλῦσαι τὸ μέλλον. παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ, οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι, προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων, ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας λειτουργίας φοιτῶσιν οἱ πλούσιοι. συνέβαινεν καὶ ἐνταῦθα διεσκεδασμένους εἶναι τοὺς πλουσίους καὶ ἐν ταῖς ἑκατοστύσιν ὀλίγους ἑκάστοθι παραγίγνεσθαι ἐν πολλοῖς δημόταις· ὁμότροπον δέ τι τούτῳ καὶ πάλαι ἐν Λακεδαίμονι γενέσθαι. μηνυθείσης γὰρ ἐπιβουλῆς τοῖς ἄρχουσιν ὅτι ὅταν ὁ πῖλος ἀρθῇ ἐπιθήσονται, ἔπαυσαν τοὺς ἐγχειροῦντας ἐπιθέσθαι, κήρυγμα ἀναγγείλαντες τοὺς τὸν πῖλον μέλλοντας ἆραι μὴ ἆραι. Ἐν Κορκύρᾳ δὲ ἐπανάστασιν δέον γενέσθαι ἐκ τῶν πλουσίων καὶ ὀλιγαρχικῶν τῷ δήμῳ (ἐπεδήμει δὲ καὶ Χάρης Ἀθηναῖος φρουρὰν ἔχων, ὅσπερ συνήθελεν τῇ ἐπαναστάσει) ἐτεχνάσθη τοιόνδε. τῶν τῆς φρουρᾶς τινες ἄρχοντες σικύας προσβαλόμενοι καὶ τομὰς ἐν τῷ σώματι ποιησάμενοι καὶ αἱματωθέντες ἐξέδραμον εἰς τὴν ἀγορὰν ὡς πληγὰς ἔχοντες, ἅμα δʼ αὐτοῖς εὐθὺς προπαρεσκευασμένοι οἵ τε ἄλλοι στρατιῶται τὰ ὅπλα ἐξηνέγκαντο καὶ τῶν Κορκυραίων οἱ ἐπιβουλεύοντες. τῶν δʼ ἄλλων ἀγνοούντων τὸ πρᾶγμα καὶ εἰς ἐκκλησίαν παρακληθέντων συνελαμβάνοντο οἱ προστάται τοῦ δήμου, ὡς ἐπαναστάσεως γενομένης ἐξ αὐτῶν, καὶ τὰ ἄλλα μεθίστασαν πρὸς τὸ συμφέρον αὑτοῖς.