Ancient Greek · ~2 min
Chapter 11
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 11.8
Not analysed yet
ἐπεὶ δʼ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον.