Ancient Greek
Chapter 14
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 14.1
Not analysed yet
Τοῖς μὲν οὖν ἐν τῇ πόλει ὑπεναντία θέλουσιν τοῖς καθεστηκόσι προσφέρεσθαι ὡς προγέγραπται. τὸ δὲ πλῆθος τῶν πολιτῶν εἰς ὁμόνοιαν τέως μάλιστα χρὴ προάγειν, ἄλλοις τε ὑπαγόμενον αὐτοὺς καὶ τοὺς χρεωφειλέτας κουφίζοντα τόκων βραχύτητι ἢ ὅλως ἀφαιροῦντα, ἐν δὲ τοῖς λίαν ἐπικινδύνοις καὶ τῶν ὀφειλημάτων τι μέρος, καὶ πάντα ὅταν δέῃ, ὡς πολύ γε φοβερώτατοι ἔφεδροί εἰσιν οἱ τοιοίδε ἄνθρωποι, τούς τε ἐν ἀπορίᾳ ὄντας τῶν ἀναγκαίων εἰς εὐπορίαν καθιστάναι.