Ancient Greek · ~3 min
Chapter 13
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 13
Not analysed yet
Ἂν δὲ δέῃ ξενοτροφεῖν, ὧδε ἂν ἀσφαλέστατα γίγνοιτο. χρὴ τοῖς ἐν τῇ πόλει εὐπορωτάτοις προστάξαι κατὰ δύναμιν ἑκάστῳ παρασχεῖν ξένους ἕκαστον, τοὺς μὲν τρεῖς, τοὺς δὲ δύο, τινὰς δὲ ἕνα· ἀθροισθέντων δὲ ὅσων ἂν δέοιο, διελεῖν αὐτοὺς εἰς λόχους, καταστήσαντας ἐπʼ αὐτοὺς τῶν πολιτῶν τοὺς πιστοτάτους λοχαγούς. τὸν δὲ μισθὸν καὶ τὴν τροφὴν οἱ ξένοι παρὰ τῶν μισθωσαμένων λαμβανόντων, τὸ μέν τι παρʼ αὐτῶν, τὸ δὲ καὶ τῆς πόλεως συμβαλλομένης. καὶ διαιτάσθωσαν ἕκαστοι ἐν ταῖς τῶν μισθωσαμένων οἰκίαις, οἱ δὲ τὰς λειτουργίας καὶ τὰς ἐκκοιτίας καὶ τὰ ἄλλα ἐπιτάγματα ἐκ τῶν ἀρχόντων ἀθροιζόμενοι ὑπὸ τῶν λοχαγῶν ὑπηρετούντων. κομιδὴ δὲ τοῖς προαναλίσκουσιν εἰς τοὺς ξένους χρόνῳ τινὶ γενέσθω ὑπολογιζομένων τῶν εἰς τὴν πόλιν εἰσφερομένων παρὰ ἑκάστου τελῶν· οὕτω γὰρ ἂν τάχιστά τε καὶ ἀσφαλέστατα καὶ εὐτελέστατα ξενοτροφηθείη.