Ancient Greek
Chapter 16
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 16.20
Not analysed yet
εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι.