Ancient Greek · ~2 min
16.21 to 16.22
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 16.21-22
Not analysed yet
ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵνʼ ὑπὸ ὑμῶν τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων. ταῦτα δὲ οὕτως πράττοντες ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφʼ ὑμῶν αὐτοῖς ἀποβαίη.